Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.84 Joseph. AJ 2.89 (English) >>Joseph. AJ 2.94

2.87

Θαυμάσαντος δὲ τοῦ βασιλέως τὴν φρόνησιν καὶ τὴν σοφίαν τοῦ Ἰωσήπου καὶ πυθομένου, τίνα καὶ τρόπον ἂν προοικονομήσειεν ἐν τοῖς τῆς εὐετηρίας καιροῖς τὰ περὶ τῶν μετὰ ταύτην, ὡς ἂν ἐλαφρότερα γένοιτο τὰ τῆς ἀφορίας, 2.88ὑπετίθετο καὶ συνεβούλευε φειδὼ τῶν ἀγαθῶν, καὶ μὴ κατὰ περιουσίαν αὐτοῖς χρῆσθαι τοῖς Αἰγυπτίοις ἐπιτρέπειν, ἀλλʼ ὅσα ἂν κατὰ τρυφὴν ἀναλώσωσιν ἐκ περισσοῦ, ταῦτα τηρεῖν εἰς τὸν τῆς ἐνδείας καιρόν, ἀποτίθεσθαί τε παρῄνει λαμβάνοντα τὸν σῖτον παρὰ τῶν γεωργῶν τὰ διαρκῆ μόνον εἰς διατροφὴν χορηγοῦντα. 2.89Φαραώθης δʼ ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν καὶ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι. 2.90 δὲ ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύσασθαι διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφʼ ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφʼ ἧς ταῦτα ἔπραττε. 2.91

Τριακοστὸν δʼ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον· ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.84 Joseph. AJ 2.89 (English) >>Joseph. AJ 2.94

Powered by PhiloLogic